previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδὲν γὰρ ἄλογον οὐδὲ μυθῶδες; οὐδ᾽ ὑπὸ δεισιδαιμονίας, ὥσπερ ἔνιοι νομίζουσιν, ἐγκατεστοιχειοῦτο ταῖς 1 ἱερουργίαις, ἀλλὰ τὰ μὲν ἠθικὰς ἔχοντα καὶ χρειώδεις αἰτίας, τὰ δ᾽ οὐκ ἄμοιρα κομψότητος ἱστορικῆς φυσικῆς: ἐστιν, οἷον τὸ περὶ κρομμύου. τὸ γὰρ ἐμπεσεῖν εἰς τὸν ποταμὸν καὶ ἀπολέσθαι τὸν τῆς Ἴσιδος τρόφιμον Δίκτυν τῶν 2 κρομμύων ἐπιδρασσόμενον ἐσχάτως ἀπίθανον: οἱ δ᾽ ἱερεῖς ἀφοσιοῦνται καὶ δυσχεραίνουσι τὸ 3 κρόμμυον παραφυλάττοντες, ὅτι τῆς σελήνης φθινούσης μόνον εὐτροφεῖν τοῦτο καὶ τεθηλέναι πέφυκεν. ἔστι δὲ πρόσφορον οὔτ᾽ ἁγνεύουσιν οὔθ᾽ ἑορτάζουσι, τοῖς μὲν ὅτι διψῆν, τοῖς δ᾽ ὅτι δακρύειν ποιεῖ τοὺς προσφερομένους. ὁμοίως δὲ καὶ τὴν ὗν ἀνίερον ζῷον ἡγοῦνται: ὡς μάλιστα γὰρ ὀχεύεσθαι δοκεῖ τῆς σελήνης φθινούσης: καὶ τῶν τὸ γάλα πινόντων ἐξανθεῖ τὰ σώματα λέπραν καὶ ψωρικὰς τραχύτητας, τὸν δὲ λόγον, ὃν θύοντες ἅπαξ 4 ὗν ἐν πανσελήνῳ καὶ ἐσθίοντες 5 ἐπιλέγουσιν, ὡς [p. 478] Τυφὼν ὗν διώκων πρὸς τὴν πανσέληνον εὗρε τὴν ξυλίνην σορόν, ἐν τὸ σῶμα τοῦ Ὀσίριδος ἔκειτο, καὶ διέρριψεν, οὐ πάντες ἀποδέχονται, παρακουσμάτιον 6 ὥσπερ ἄλλα πολλὰ νομίζοντες: ἀλλὰ τρυφήν τε καὶ πολυτέλειαν καὶ ἡδυπάθειαν οὕτω προβάλλεσθαι τοὺς παλαιοὺς λέγουσιν, ὥστε καὶ στήλην ἔφασαν ἐν Θήβαις ἐν τῷ ἱερῷ κεῖσθαι κατάρας ἐγγεγραμμένας ἔχουσαν κατὰ Μείνιος τοῦ βασιλέως, ὃς πρῶτος Αἰγυπτίους τῆς ἀπλούτου καὶ ἀχρημάτου καὶ λιτῆς ἀπήλλαξε διαίτης. λέγεται δὲ καὶ Τέχνακτις Βοκχόρεως πατὴρ στρατεύων ἐπ᾽ Ἄραβας, τῆς ἀποσκευῆς βραδυνούσης, ἡδέως τῷ προστυχόντι σιτίῳ χρησάμενος, εἶτα κοιμηθεὶς βαθὺν ὕπνον ἐπὶ στιβάδος, ἀσπάσασθαι τὴν εὐτέλειαν: ἐκ δὲ τούτου καταράσασθαι τῷ Μεινίῳ, 7 καὶ τῶν ἱερέων ἐπαινεσάντων 8 στηλιτεῦσαι τὴν κατάραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: