previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

στολαὶ δ᾽ αἱ μὲν Ἴσιδος ποικίλαι ταῖς βαφαῖς περὶ γὰρ ὕλην δύναμις αὐτῆς πάντα γιγνομένην καὶ δεχομένην, φῶς σκότος, ἡμέραν νύκτα, πῦρ ὕδωρ, ζωὴν θάνατον, ἀρχὴν τελευτήν: δ᾽ Ὀσίριδος οὐκ ἔχει σκιὰν οὐδὲ ποικιλμόν, ἀλλ᾽ ἓν ἁπλοῦν τὸ φωτοειδές: ἄκρατον γὰρ ἀρχὴ καὶ ἀμιγὲς τὸ πρῶτον καὶ νοητόν. ὅθεν ἅπαξ ταύτην 1 ἀναλαβόντες ἀποτίθενται καὶ φυλάττουσιν ἀόρατον καὶ ἄψαυστον. ταῖς δ᾽ Ἰσιακαῖς 2 χρῶνται πολλάκις: ἐν [p. 553] χρήσει γὰρ τὰ αἰσθητὰ καὶ πρόχειρα ὄντα πολλὰς ἀναπτύξεις καὶ θέας αὑτῶν 3 ἄλλοτ᾽ ἄλλως ἀμειβομένων δίδωσιν. δὲ τοῦ νοητοῦ καὶ εἰλικρινοῦς καὶ ἁπλοῦ 4 νόησις ὥσπερ ἀστραπὴ διαλάμψασα τῆς ψυχῆς 5 ἅπαξ ποτὲ θιγεῖν καὶ προσιδεῖν παρέσχε. 6 διὸ καὶ Πλάτων 7 καὶ Ἀριστοτέλης ἐποπτικὸν τοῦτο τὸ μέρος τῆς φιλοσοφίας καλοῦσιν, ὡς οἱ 8 τὰ δοξαστὰ καὶ μικτὰ καὶ παντοδαπὰ ταῦτα παραμειψάμενοι τῷ λόγῳ, πρὸς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν καὶ ἄυλον ἐξάλλονται, καὶ θιγόντες ἁπλῶς 9 τῆς περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐντελῆ 10 τέλος ἔχειν φιλοσοφίαν 11 νομίζουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: