previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων οὐδ᾽ ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα 1 τοῦ θείου κατιδόντες; ἠξίουν ἀμελεῖν οὐδὲν οὐδ᾽ ἀτιμάζειν, ἔτι μᾶλλον οἴομαι τὰς ἐν αἰσθανομέναις καὶ ψυχὴν ἐχούσαις καὶ πάθος καὶ ἦθος φύσεσιν ἰδιότητας ἀγαπητέον 2 οὖν, 3 οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον, ὡς ἐναργεστέρων ἐσόπτρων καὶ φύσει γεγονότων, ὡς 4 ὄργανον τέχνην ἀεὶ 5 τοῦ πάντα κοσμοῦντος; θεοῦ νομίζειν: καὶ ὅλως 6 ἀξιοῦν γε 7 μηδὲν ἄψυχον ἐμψύχου μηδ᾽ ἀναίσθητον αἰσθανομένου [p. 552] κρεῖττον εἶναι, μηδ᾽ ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. οὐκ ἐν χρόαις 8 γὰρ οὐδ᾽ ἐν σχήμασιν οὐδ᾽ ἐν λειότησιν ἐγγίγνεται τὸ θεῖον, ἀλλ᾽ ἀτιμοτέραν ἔχει νεκρῶν μοῖραν, ὅσα μὴ μετέσχε, μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν. δὲ ζῶσα καὶ βλέπουσα καὶ κινήσεως ἀρχὴν ἐξ αὑτῆς ἔχουσα καὶ γνῶσιν οἰκείων καὶ ἀλλοτρίων φύσις κάλλους τ᾽ 9 ἔσπακεν ἀπορροὴν καὶ μοῖραν ἐκ τοῦ φρονοῦντος, ‘ὅτῳ 10 κυβερνᾶται τὸ 11 σύμπανκαθ᾽ Ἡράκλειτον. 12 ὅθεν οὐ χεῖρον ἐν τούτοις εἰκάζεται τὸ θεῖον χαλκοῖς 13 καὶ λιθίνοις δημιουργήμασιν, φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπιχρώσεις, 14 αἰσθήσεως; δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρηται. περὶ μὲν οὖν τῶν τιμωμένων ζῴων ταῦτα δοκιμάζω μάλιστα τῶν λεγομένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: