previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα τὴν τοῦ Τυφῶνος αὐτοῦ διάρασθαι ψυχήν, αἰνίττεσθαι δόξειεν ἂν μῦθος, ὅτι πᾶσα φύσις ἄλογος καὶ θηριώδης τῆς τοῦ κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισσόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα καὶ θεραπεύουσιν ἂν δὲ πολὺς ἐμπίπτῃ καὶ χαλεπὸς αὐχμοὺς 1 ἐπάγων ὑπερβάλλοντας 2 νόσους ὀλεθρίους συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότῳ μετὰ σιωπῆς καὶ ἡσυχίας ἀπειλοῦσι καὶ δεδίττονται τὸ πρῶτον ἂν δ᾽ ἐπιμένῃ, καθιερεύουσι 3 καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν ὄντα τοῦ δαίμονος τοῦτον καθαρμὸν ἄλλως μέγαν ἐπὶ μεγίστοις καὶ γὰρ ἐν Εἰλειθυίας 4 πόλει ζῶντας ἀνθρώπους κατεπίμπρασαν ὡς Μανεθὼς ἱστόρηκε, Τυφωνείους 5 καλοῦντες, καὶ τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνιζον καὶ διέσπειρον. ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ καθ᾽ ἕνα [p. 548] καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις: αἱ δὲ τῶν τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γιγνόμεναι τοὺς πολλοὺς λανθάνουσι, πλὴν ὅταν ταφὰς 6 ἔχωσι, καὶ τῶν ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλλωσιν, 7 οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ ἡδόμενον. γὰρ Ἆπις δοκεῖ μετ᾽ ὀλίγων ἄλλων ἱερὸς εἶναι τοῦ Ὀσίριδος: ἐκείνῳ δὲ τὰ πλεῖστα προσνέμουσι. κἂν ἀληθὴς λόγος οὗτος , 8 συμβαίνειν ἡγοῦμαι τὸ ζητούμενον ἐπὶ τῶν ὁμολογουμένων καὶ κοινὰς ἐχόντων τὰς τιμάς, οἷόν ἐστιν ἶβις καὶ ἱέραξ καὶ κυνοκέφαλος, αὐτὸς Ἆπις 9 ... οὕτω δὴ γὰρ τὸν ἐν Μένδητι τράγον καλοῦσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: