previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

συνελόντι δ᾽ εἰπεῖν οὔθ᾽ ὕδωρ οὔθ᾽ ἥλιον οὔτε γῆν οὔτ᾽ οὐρανὸν Ὄσιριν Ἶσιν ὀρθῶς ἔχει νομίζειν, οὐδὲ πῦρ Τυφῶνα πάλιν οὐδ᾽ 1 αὐχμὸν οὐδὲ θάλατταν, ἀλλ᾽ ἁπλῶς ὅσον ἐστὶν ἐν τούτοις ἄμετρον καὶ ἄτακτον ὑπερβολαῖς ἐνδείαις Τυφῶνι προσνέμοντες, τὸ δὲ κεκοσμημένον καὶ ἀγαθὸν καὶ ὠφέλιμον ὡς Ἴσιδος μὲν ἔργον εἰκόνα δὲ καὶ μίμημα καὶ λόγον Ὀσίριδος σεβόμενοι καὶ τιμῶντες, οὐκ ἂν ἁμαρτάνοιμεν. ἀλλὰ καὶ τὸν Εὔδοξον ἀπιστοῦντα παύσομεν καὶ διαποροῦντα, πῶς οὔτε Δήμητρι τῆς τῶν ἐρωτικῶν ἐπιμελείας μέτεστιν ἀλλ᾽ Ἴσιδι: τόν τε Διόνυσον οὔτε τὸν 2 Νεῖλον αὔξειν οὔτε τῶν τεθνηκότων ἄρχειν δυνάμενον. 3 ἑνὶ γὰρ λόγῳ κοινῷ τοὺς θεοὺς τούτους περὶ 4 πᾶσαν ἀγαθοῦ μοῖραν ἡγούμεθα τετάχθαι: καὶ πᾶν ὅσον ἔνεστι τῇ [p. 539] φύσει καλὸν καὶ ἀγαθὸν διὰ τούτους ὑπάρχειν, τὸν μὲν διδόντα τὰς ἀρχάς, τὴν δ᾽ ὑποδεχομένην καὶ διανέμουσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: