previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἶνον δ᾽ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ἡμέρας 1 πίνειν, τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος: οἱ δ᾽ ἄλλοι χρῶνται μὲν ὀλίγῳ δέ. πολλὰς δ᾽ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ [p. 476] θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑκαταῖος 2 ἱστόρηκεν, ἱερεῖς ὄντες: ἤρξαντο δὲ πίνειν ἀπὸ Ψαμμητίχου, πρότερον δ᾽ οὐκ ἔπινον οἶνον οὐδ᾽ ἔσπενδον ὡς φίλιον θεοῖς, ἀλλ᾽ ὡς αἷμα τῶν πολεμησάντων ποτὲ τοῖς θεοῖς, ἐξ ὧν οἴονται πεσόντων καὶ τῇ γῇ συμμιγέντων ἀμπέλους γενέσθαι: διὸ καὶ τὸ μεθύειν ἔκφρονας ποιεῖν 3 καὶ παραπλῆγας, ἅτε δὴ τῶν προγόνων τοῦ αἵματος ἐμπιπλαμένους:. ταῦτα μὲν οὖν Εὔδοξος ἐν τῇ δευτέρᾳ τῆς περιόδου λέγεσθαί φησιν οὕτως ὑπὸ τῶν ἱερέων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: