previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ κρείττων καὶ θειοτέρα φύσις ἐκ τριῶν ἐστι, τοῦ νοητοῦ καὶ τῆς ὕλης καὶ τοῦ ἐκ τούτων, ὃν κόσμον Ἕλληνες ὀνομάζουσιν. μὲν οὖν Πλάτων 1 τὸ μὲν νοητὸν καὶ ἰδέαν καὶ παράδειγμα καὶ πατέρα, τὴν δ᾽ ὕλην καὶ μητέρα καὶ τιθήνην ἕδραν τε καὶ χώραν γενέσεως, τὸ δ᾽ ἐξ ἀμφοῖν ἔκγονον 2 καὶ γένεσιν ὀνομάζειν εἴωθεν. Αἰγυπτίους δ᾽ ἄν τις εἰκάσειε τῶν τριγώνων τὸ κάλλιστον ... 3 μάλιστα τούτῳ τὴν τοῦ παντὸς φύσιν ὁμοιοῦντας, ὡς 4 καὶ Πλάτων ἐν τῇ πολιτείᾳ 5 δοκεῖ τούτῳ προσκεχρῆσθαι τὸ γαμήλιον διάγραμμα συντάττων. ἔχει δ᾽ ἐκεῖνο τὸ τρίγωνον τριῶν τὴν πρὸς ὀρθίαν καὶ τεττάρων τὴν βάσιν καὶ πέντε τὴν ὑποτείνουσαν ἴσον ταῖς περιεχούσαις δυναμένην. εἰκαστέον οὖν τὴν μὲν πρὸς ὀρθὰς 6 ἄρρενι, τὴν δὲ βάσιν θηλείᾳ, τὴν δ᾽ ὑποτείνουσαν ἀμφοῖν ἐκγόνῳ: 7 καὶ τὸν μὲν Ὄσιριν ὡς ἀρχήν, τὴν δ᾽ Ἶσιν ὡς ὑποδοχήν, τὸν δ᾽ Ὧρον ὡς ἀποτέλεσμα. τὰ μὲν γὰρ τρία πρῶτος περισσὸς ἐστι καὶ τέλειος: τὰ δὲ τέτταρα τετράγωνος ἀπὸ [p. 531] πλευρᾶς ἀρτίου τῆς δυάδος: τὰ δὲ πέντε πῆ μὲν τῷ πατρὶ πῆ δὲ τῇ μητρὶ προσέοικεν, ἐκ τριάδος συγκείμενα καὶ δυάδος. καὶ τὰ πάντα τῶν πέντε γέγονε παρώνυμα, καὶ τὸ ἀριθμήσασθαι πεμπάσασθαι λέγουσιν. ποιεῖ δὲ τετράγωνον πεντὰς ἀφ᾽ ἑαυτῆς, ὅσον τῶν γραμμάτων παρ᾽ Αἰγυπτίοις τὸ πλῆθός ἐστι, καὶ ὅσων ἐνιαυτῶν ἔζη χρόνον Ἆπις. 8 τὸν μὲν οὖν Ὧρον εἰώθασι καὶ Μὶν 9 προσαγορεύειν, ὅπερ ἐστὶν ὁρώμενον: αἰσθητὸν γὰρ καὶ ὁρατὸν κόσμος. δ᾽ Ἶσις ἔστιν ὅτε καὶ Μοὺθ καὶ πάλιν Ἄθυρι καὶ Μεθύερ προσαγορεύεται 10 σημαίνουσι δὲ τῷ μὲν πρώτῳ τῶν ὀνομάτων μητέρα: τῷ δὲ δευτέρῳ οἶκον Ὥρου κόσμιον, ὡς καὶ Πλάτων χώραν γενέσεως καὶ δεξαμενήν: τὸ δὲ τρίτον σύνθετόν ἐστιν ἔκ τε τοῦ πλήρους καὶ τοῦ αἰτίου: 11 πλήρης γάρ ἐστιν ὕλη τοῦ κόσμου καὶ τῷ ἀγαθῷ καὶ καθαρῷ καὶ κεκοσμημένῳ σύνεστιν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: