previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δ᾽ : Ὧρος οὗτος 1 αὐτός ἐστιν ὡρισμένος καὶ τέλειος, οὐκ ἀνῃρηκὼς τὸν Τυφῶνα παντάπασιν, ἀλλὰ τὸ δραστήριον καὶ ἰσχυρὸν αὐτοῦ παρῃρημένος ὅθεν ἐν Κοπτῷ τὸ ἄγαλμα τοῦ Ὥρου λέγουσιν ἐν τῇ ἑτέρᾳ χειρὶ Τυφῶνος αἰδοῖα κατέχειν: καὶ τὸν Ἑρμῆν μυθολογοῦσιν ἐξελόντα τοῦ Τυφῶνος τὰ νεῦρα χορδαῖς χρήσασθαι, διδάσκοντες ὡς τὸ πᾶν λόγος διαρμοσάμενος σύμφωνον ἐξ ἀσυμφώνων μερῶν ἐποίησε, καὶ τὴν φθαρτικὴν οὐκ ἀπώλεσεν ἀλλ᾽ ἀνεπήρωσε 2 δύναμιν. ὅθεν ἐκεῖ 3 μὲν ἀσθενὴς καὶ ἀδρανής, ἐνταῦθα δὲ 4 φυρομένη καὶ προσπλεκομένη τοῖς παθητικοῖς καὶ μεταβολικοῖς μέρεσι, 5 σεισμῶν μὲν ἐν γῇ καὶ τρόμων, αὐχμῶν δ᾽ ἐν 6 ἀέρι καὶ πνευμάτων ἀτόπων, αὖθις δὲ πρηστήρων καὶ κεραυνῶν δημιουργός; ἐστι. φαρμάττει δὲ καὶ λοιμοῖς ὕδατα καὶ πνεύματα, καὶ μέχρι σελήνης; ἀνατρέχει καὶ ἀναχαιτίζει συγχέουσα 7 καὶ μελαίνουσα πολλάκις τὸ λαμπρόν, ὡς Αἰγύπτιοι νομίζουσι καὶ λέγουσιν, [p. 530] ὅτι τοῦ Ὥρου νῦν μὲν ἐπάταξε, νῦν δ᾽ ἐξελὼν κατέπιεν Τυφὼν τὸν ὀφθαλμόν, εἶτα τῷ ἡλίῳ πάλιν ἀπέδωκε: πληγὴν μὲν αἰνιττόμενοι τὴν κατὰ μῆνα μείωσιν τῆς σελήνης, πήρωσιν δὲ τὴν ἔκλειψιν, ἣν ἥλιος ἰᾶται διαφυγούσῃ 8 τὴν σκιὰν τῆς γῆς εὐθὺς ἀντιλάμπων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: