previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν δ᾽ Ὄσιριν αὖ πάλιν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν, ὧν τὸ μὲν τὴν πρόνοιαν ἐμφαίνειν, [p. 525] τὸ δὲ τὴν δύναμιν, ὡς Ὅμηρος 1 τὸν ἄρχοντα καὶ βασιλεύοντα πάντωνΖῆν᾽ ὕπατον καὶ μήστωρακαλῶν, ἔοικε τῷ μὲν ὑπάτῳ τὸ κράτος αὐτοῦ, τῷ δὲ 2 μήστωρι τὴν εὐβουλίαν καὶ τὴν φρόνησιν σημαίνειν γράφουσι δὲ καὶ ἱέρακι τὸν θεὸν τοῦτον πολλάκις: εὐτονίᾳ γὰρ ὄψεως ὑπερβάλλει καὶ πτήσεως ὀξύτητι, καὶ διοικεῖν αὑτὸν ἐλαχίστῃ 3 τροφῇ πέφυκε. λέγεται δὲ καὶ νεκρῶν ἀτάφων σώμασι 4 γῆν ὑπερπετόμενος ἐπιβάλλειν ὅταν δὲ πιόμενος: 5 ἐπὶ τὸν ποταμὸν καταίρῃ, τὸ πτερὸν ἵστησιν ὀρθόν: πιὼν δὲ κλίνει τοῦτο πάλιν: δῆλός ἐστι σεσωσμένος καὶ διαπεφευγὼς τὸν κροκόδειλον ἂν γὰρ ἁρπασθῇ, μένει τὸ πτερὸν ὥσπερ ἔστη πεπηγός. πανταχοῦ δὲ καὶ ἀνθρωπόμορφον Ὀσίριδος ἄγαλμα δεικνύουσιν, ἐξορθιάζον τῷ αἰδοίῳ διὰ τὸ γόνιμον καὶ τὸ τρόφιμον. ἀμπεχόνῃ δὲ φλογοειδεῖ στέλλουσιν 6 αὐτοῦ τὰς εἰκόνας, ἥλιον σῶμα 7 τῆς τἀγαθοῦ δυνάμεως ὡς 8 ὁρατὸν οὐσίας νοητῆς ἡγούμενοι. διὸ καὶ καταφρονεῖν ἄξιόν ἐστι τῶν τὴν ἡλίου σφαῖραν Τυφῶνι προσνεμόντων, λαμπρὸν οὐδὲν οὐδὲ σωτήριον οὐδὲ τάξις οὐδὲ γένεσις οὐδὲ κίνησις μέτρον ἔχουσα καὶ λόγον, ἀλλὰ τἀναντία προσήκει: καὶ αὐχμόν, ὃς 9 φθείρει πολλὰ τῶν ζῴων καὶ βλαστανόντων, οὐχ ἡλίου θετέον ἔργον, ἀλλὰ τῶν ἐν γῇ καὶ ἀέρι μὴ καθ᾽ ὥραν κεραννυμένων πνευμάτων καὶ ὑδάτων, [p. 526] ὅταν τῆς ἀτάκτου καὶ ἀορίστου δυνάμεως ἀρχὴ πλημμελήσασα κατασβέσῃ τὰς ἀναθυμιάσεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: