previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔτι τε τὸν κιττὸν 1 Ἕλληνές τε καθιεροῦσι τῷ Διονύσῳ καὶ παρ᾽ Αἰγυπτίοις λέγεταιχενόσιριςὀνομάζεσθαι, σημαίνοντος τοῦ ὀνόματος, ὥς φασι, φυτὸν Ὀσίριδος. ἀρίστων τοίνυν γεγραφὼς Ἀθηναίων ἀποικίας 2 ἐπιστολῇ τινι Ἀλεξάρχου περιέπεσεν, ἐν Διὸς 3 ἱστορεῖται καὶ 4 Ἴσιδος υἱὸς ὢν Διόνυσος ὑπ᾽ Αἰγυπτίων οὐκ Ὄσιρις ἀλλ᾽ Ἀρσαφὴς ἐν τῷ ἄλφα γράμματι 5 λέγεσθαι, δηλοῦντος τὸ ἀνδρεῖον τοῦ ὀνόματος. ἐμφαίνει δὲ τοῦτο καὶ Ἑρμαῖος 6 ἐν τῇ πρώτῃ περὶ τῶν Αἰγυπτίων: ὄμβριμον 7 γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν. ἐῶ δὲ Μνασέαν 8 τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν: ἐῶ καὶ Ἀντικλείδην λέγοντα τὴν Ἶσιν Προμηθέως οὖσαν θυγατέρα Διονύσῳ συνοικεῖν αἱ γὰρ εἰρημέναι περὶ τὰς ἑορτὰς καὶ τὰς θυσίας οἰκειότητες ἐναργεστέραν τῶν μαρτύρων τὴν πίστιν ἔχουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: