previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι μὲν οὖν αὐτός ἐστι Διονύσῳ, τίνα μᾶλλον σὲ γιγνώσκειν, Κλέα, δὴ 1 προσῆκόν ἐστιν, ἀρχικλὰ 2 μὲν οὖσαν ἐν Δελφοῖς τῶν Θυιάδων, τοῖς: δ᾽ Ὀσιριακοῖς καθωσιωμένην ἱεροῖς ἀπὸ πατρὸς καὶ μητρός; εἰ δὲ τῶν ἄλλων ἕνεκα δεῖ μαρτύρια παραθέσθαι, τὰ μὲν ἀπόρρητα κατὰ χώραν ἐῶμεν, δ᾽ ἐμφανῶς δρῶσι θάπτοντες τὸν Ἆπιν οἱ ἱερεῖς, ὅταν παρακομίζωσιν ἐπὶ σχεδίας τὸ σῶμα, βακχείας οὐδὲν ἀποδεῖ. καὶ γὰρ νεβρίδας περικαθάπτονται καὶ θύρσους φοροῦσι, καὶ βοαῖς χρῶνται καὶ κινήσεσιν ὥσπερ οἱ κάτοχοι τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς. διὸ καὶ ταυρόμορφον 3 Διόνυσον ποιοῦσιν ἀγάλματα 4 πολλοὶ τῶν Ἑλλήνων αἱ δ᾽ Ἠλείων γυναῖκες καὶ παρακαλοῦσιν εὐχόμεναιποδὶ βοείῳ 5 τὸν θεὸν ἐλθεῖνπρὸς αὐτάς. Ἀργείοις δὲ βουγενὴς Διόνυσος ἐπίκλην, ἐστίν: ἀνακαλοῦνται δ᾽ αὐτὸν ὑπὸ σαλπίγγων ἐξ ὕδατος, ἐμβάλλοντες εἰς τὴν ἄβυσσον ἄρνα τῷ Πυλαόχῳ τὰς δὲ σάλπιγγας ἐν θύρσοις ἀποκρύπτουσιν, ὡς Σωκράτης 6 ἐν τοῖς περὶ Ὁσίων εἴρηκεν. ὁμολογεῖ δὲ καὶ τὰ Τιτανικὰ καὶ Νυκτέλια 7 τοῖς λεγομένοις [p. 507] Ὀσίριδος διασπασμοῖς καὶ ταῖς ἀναβιώσεσι καὶ παλιγγενεσίαις ὁμοίως δὲ καὶ τὰ περὶ τὰς ταφάς. Αἰγύπτιοί τε γὰρ Ὀσίριδος πολλαχοῦ θήκας, ὥσπερ εἴρηται, δεικνύουσι, καὶ Δελφοὶ τὰ τοῦ Διονύσου λείψανα παρ᾽ αὐτοῖς παρὰ τὸ χρηστήριον ἀποκεῖσθαι νομίζουσι: καὶ θύουσιν οἱ Ὅσιοι θυσίαν ἀπόρρητον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος, ὅταν αἱ Θυιάδες ἐγείρωσι τὸν Λικνίτην, ὅτι δ᾽ οὐ μόνον τοῦ οἴνου Διόνυσον, ἀλλὰ καὶ πάσης ὑγρᾶς φύσεως Ἕλληνες ἡγοῦνται κύριον καὶ ἀρχηγόν, ἀρκεῖ Πίνδαρος 8 μάρτυς εἶναι λέγων
δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς
αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας.
διὸ καὶ τοῖς τὸν Ὄσιριν σεβομένοις ἀπαγορεύεται δένδρον ἥμερον ἀπολλύναι καὶ πηγὴν ὕδατος; ἐμφράττειν.

1 δὴ] δήπου? cf. p. 752 c. 1108 d

2 ἀρχικλὰ] ἀρχηγὸν Basileensis ex p. 293 f. ἀρχίλλαν?

3 ταυρόμορφα Διονύσου Marklandus

4 οἱ ἀγαλματοποιοὶ Halmius cum X. Mihi ἀγάλματα glossema videtur

5 βοείῳ] βοέῳ p. 299 a

6 Σωκράτης] Mueller. 4 p 498

7 Νυκτέλια Squirius: νὺξ τελεία

8 Πίνδαρος] Bergk. 1 p. 433

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: