previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτων δὲ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο, καὶ πάντα πράγματα ταράξας ἐνέπλησε κακῶν γῆν ὁμοῦ τι 1 πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκεν. δὲ τιμωρὸς Ὀσίριδος ἀδελφὴ καὶ γυνὴ τὴν Τυφῶνος σβέσασα καὶ καταπαύσασα μανίαν καὶ λύσσαν οὐ περιεῖδε τοὺς; ἄθλους καὶ τοὺς ἀγῶνας, οὓς ἀνέτλη, καὶ πλάνας αὑτῆς: καὶ πολλὰ μὲν ἔργα σοφίας πολλὰ δ᾽ ἀνδρείας, ἀμνηστίαν ὑπολαβοῦσαν 2 καὶ σιωπήν, ἀλλὰ ταῖς ἁγιωτάταις: [p. 498] ἀναμίξασα τελεταῖς εἰκόνας καὶ ὑπονοίας καὶ μιμήματα 3 τῶν τότε παθημάτων, εὐσεβείας ὁμοῦ δίδαγμα καὶ παραμύθιον ἀνδράσι καὶ γυναιξὶν ὑπὸ συμφορῶν ἐχομένοις ὁμοίων καθωσίωσεν. αὐτὴ δὲ καὶ Ὄσιρις ἐκ δαιμόνων ἀγαθῶν δι᾽ ἀρετὴν 4 εἰς θεοὺς μεταβαλόντες, ὡς ὕστερον Ἡρακλῆς καὶ Διόνυσος, ἅμα καὶ θεῶν καὶ δαιμόνων οὐκ ἀπὸ τρόπου μεμιγμένας τιμὰς ἔχουσι, πανταχοῦ μέν, ἐν δὲ τοῖς 5 ὑπὲρ γῆν καὶ 6 ὑπὸ γῆν δυνάμενοι μέγιστον, οὐ γὰρ ἄλλον εἶναι Σάραπιν τὸν Πλούτωνά φασι, καὶ Ἶσιν τὴν 7 Περσέφασσαν, ὡς Ἀρχέμαχος 8 εἴρηκεν Εὐβοεύς, καὶ Ποντικὸς Ἡρακλείδης 9 τὸ χρηστήριον ἐν Κανώβῳ Πλούτωνος ἡγούμενος εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: