previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀκούομεν δὲ καὶ Ὁμήρου τοὺς μὲν ἀγαθοὺς διαφόρωςθεοειδέαςἑκάστοτε καλοῦντος 1 καὶἀντιθέουςκαίθεῶν ἄπο μήδε᾽ ἔχοντας:’ τῷ δ᾽ ἀπὸ τῶν δαιμόνων προσρήματι χρωμένου κοινῶς ἐπί τε χρηστῶν καὶ φαύλων,
δαιμόνιε σχεδὸν ἐλθέ: τίη δειδίσσεαι οὕτως
2 Ἀργείους;
καὶ πάλιν
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος:
3 καὶ
δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
4 τόσσα κακὰ ῥέζουσιν, ,τ᾽ ἀσπερχὲς μενεαίνεις
Ἰλίου ἐξαλαπάξαι ἐυκτίμενον πτολίεθρον;
ὡς τῶν δαιμόνων μικτὴν καὶ ἀνώμαλον φύσιν ἐχόντων καὶ προαίρεσιν. ὅθεν μὲν Πλάτων 5 Ὀλυμπίοις θεοῖς τὰ δεξιὰ καὶ περιττὰ τὰ δ᾽ ἀντίφωνα τούτων δαίμοσιν ἀποδίδωσιν. δὲ Ξενοκράτης καὶ τῶν ἡμερῶν τὰς ἀποφράδας καὶ τῶν ἑορτῶν, ὅσαι πληγάς τινας κοπετοὺς νηστείας δυσφημίας: αἰσχρολογίαν ἔχουσιν, οὔτε θεῶν τιμαῖς οὔτε δαιμόνων οἴεται προσήκειν χρηστῶν, ἀλλ᾽ εἶναι φύσεις ἐν τῷ περιέχοντι μεγάλας μὲν καὶ ἰσχυράς, δυστρόπους δὲ καὶ σκυθρωπάς, αἳ χαίρουσι τοῖς τοιούτοις, καὶ τυγχάνουσαι πρὸς οὐθὲν ἄλλο χεῖρον τρέπονται: [p. 497] τοὺς δὲ χρηστοὺς πάλιν καὶ ἀγαθοὺς θ᾽ Ἡσίοδος 6ἁγνοὺς δαίμοναςκαὶφύλακας ἀνθρώπωνπροσαγορεύει, ‘πλουτοδότας καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας.’ τε Πλάτων 7 ἑρμηνευτικὸν τὸ τοιοῦτον ὀνομάζει γένος καὶ διακονικὸν ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων, εὐχὰς μὲν ἐπεῖ καὶ δεήσεις ἀνθρώπων ἀναπέμποντας, ἐκεῖθεν δὲ μαντεῖα δεῦρο καὶ δόσεις ἀγαθῶν φέροντας, Ἐμπεδοκλῆς 8 δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν 9 ἐξαμάρτωσι καὶ πλημμελήσωσιν,
αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει,
πόντος δ᾽ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ᾽ ἐς αὐγὰς 10
ἠελίου ἀκάμαντος, δ᾽ αἰθέρος ἔμβαλε δίναις:
ἄλλος δ᾽ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες:
ἄχρι οὗ κολασθέντες οὕτω καὶ καθαρθέντες αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσι.

1 καλοῦντος R

2 Home. N 810

3 id. E 438

4 id. Δ 31

5 Πλάτων] Legg. p. 717a

6 Ησίοδος] OD 126

7 Πλάτων] Symp. p. 202 e

8 Ἐμπεδοκλῆς] Mullach 1 p. 2

9 ἂν add. Duebnerus ex Eusebio

10 αὐγὰς X: αὖθις

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: