previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καίτοι μεγάλαι μὲν ὑμνοῦνται πράξεις ἐν Ἀσσυρίοις Σεμιράμιος, μεγάλαι δ᾽ αἱ Σεσώστριος ἐν Αἰγύπτῳ: Φρύγες δὲ μέχρι νῦν τὰ λαμπρὰ καὶ θαυμαστὰ τῶν ἔργων Μανικὰ καλοῦσι διὰ τὸ Μάνην 1 τινὰ τῶν πάλαι βασιλέων ἀγαθὸν ἄνδρα καὶ δυνατὸν γενέσθαι παρ᾽ αὐτοῖς, ὃν ἔνιοι Μάσδην καλοῦσι: Κῦρος δὲ Πέρσας Μακεδόνας δ᾽ Ἀλέξανδρος ὀλίγου δεῖν ἐπὶ πέρας τῆς γῆς κρατοῦντας προήγαγον: ἀλλ᾽ ὄνομα καὶ μνήμην βασιλέων ἀγαθῶν ἔχουσιν. ‘εἰ δέ τινες ἐξαρθέντες 2 ὑπὸ μεγαλαυχίαςὥς φησιν Πλάτων 3ἅμα νεότητι καὶ ἀνοίᾳ 4 φλεγόμενοι τὴν ψυχὴν μεθ᾽ ὕβρεωςἐδέξαντο θεῶν ἐπωνυμίας καὶ ναῶν ἱδρύσεις, βραχὺν ἤνθησεν δόξα χρόνον, εἶτα κενότητα καὶ ἀλαζονείαν μετ᾽ ἀσεβείας καὶ παρανομίας προσοφλόντες.
ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν,
5 καὶ νῦν ὥσπερ ἀγώγιμοι δραπέται τῶν ἱερῶν καὶ τῶν βωμῶν ἀποσπασθέντες οὐδὲν ἀλλ᾽ τὰ μνήματα καὶ τοὺς τάφους ἔχουσιν. ὅθεν Ἀντίγονος γέρων, Ἑρμοδότου τινὸς ἐν ποιήμασιν αὐτὸν Ἡλίου 6 παῖδα καὶ θεὸν ἀναγορεύοντος, ‘οὐ τοιαῦτά μοιεἶπεν λασανοφόρος σύνοιδενεὖ δὲ καὶ Λύσιππος [p. 495] πλάστης Ἀπελλῆν ἐμέμψατο τὸν ζωγράφον, ὅτι τὴν Ἀλεξάνδρου γράφων εἰκόνα κεραυνὸν ἐνεχείρισεν αὐτὸς δὲ λόγχην, ἧς τὴν δόξαν οὐδὲ εἷς ἀφαιρήσεται χρόνος ἀληθινὴν καὶ ἰδίαν οὖσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: