previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρώτων δὲ τῶν τὸν περὶ Χέμμι 1ν οἰκούντων τόπον Πανῶν καὶ Σατύρων τὸ πάθος αἰσθομένων καὶ λόγον ἐμβαλόντων περὶ τοῦ γεγονότος, τὰς μὲν αἰφνιδίους τῶν ὄχλων ταραχὰς καὶ πτοήσεις ἔτι νῦν διὰ τοῦτο πανικὰς προσαγορεύεσθαι: τὴν δ᾽ Ἶσιν αἰσθομένην κείρασθαι 2 μὲν ἐνταῦθα τῶν πλοκάμων ἕνα καὶ πένθιμον στολὴν ἀναλαβεῖν, ὅπου τῇ πόλει 3 [p. 485] μέχρι νῦν ὄνομα Κοπτώ. ἕτεροι δὲ τοὔνομα σημαίνειν οἴονται στέρησιν: τὸ γὰρ ἀποστερεῖνκόπτεινλέγουσι. 4 πλανωμένην δὲ πάντῃ καὶ ἀποροῦσαν οὐδένα προσελθεῖν 5 ἀπροσαύδητον, ἀλλὰ καὶ παιδαρίοις συντυχοῦσαν ἐρωτᾶν περὶ τῆς λάρνακος τὰ δὲ τυχεῖν 6 ἑωρακότα καὶ φράσαι τὸ στόμα, δι᾽ οὗ τὸ ἀγγεῖον οἱ φίλοι τοῦ Τυφῶνος εἰς τὴν θάλασσαν ἔωσαν. ἐκ τούτου τὰ παιδάρια μαντικὴν δύναμιν ἔχειν οἴεσθαι τοὺς Αἰγυπτίους, καὶ μάλιστα ταῖς τούτων ὀττεύεσθαι κληδόσι παιζόντων ἐν ἱεροῖς καὶ φθεγγομένων τι ἂν τύχωσι. αἰσθομένην δὲ τῇ ἀδελφῇ ἐρῶντα συγγεγονέναι δι᾽ ἄγνοιαν ὡς ἑαυτῇ τὸν Ὄσιριν, καὶ τεκμήριον ἰδοῦσαν τὸν μελιλώτινον 7 στέφανον, ὃν ἐκεῖνος παρὰ τῇ Νέφθυι 8 κατέλιπε, τὸ παιδίον ζητεῖν ἐκθεῖναι 9 γὰρ εὐθὺς τεκοῦσαν διὰ φόβον τοῦ Τυφῶνος εὑρεθὲν δὲ 10 χαλεπῶς καὶ μόγις, κυνῶν ἐπαγόντων τὴν Ἶσιν, ἐκτραφῆναι καὶ γενέσθαι φύλακα καὶ ὀπαδὸν αὐτῆς, Ἄνουβιν προσαγορευθέντα, καὶ λεγόμενον τοὺς θεοὺς φρουρεῖν, ὥσπερ οἱ κύνες τοὺς ἀνθρώπους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: