Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ᾠκονόμηται γὰρ ἡ διάθεσις: δεῖ δ᾽ αὐτῇ τὰ στιχίδια
ἐπᾷσαι,’ ὅτι καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων
ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν.
ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ
τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα καὶ μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε, γλώσσας δὲ καὶ καταχρήσεις καὶ μεταφοράσεις καὶ μέλη καὶ
ῥυθμοὺς