Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰς Ἀθήνας εἰς τὴν θάλατταν, καὶ Κράτιππος
ἀνῄρηται.
Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία,
γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ
Θεμιστογένη περὶ τούτων συντετάχθαι τὸν Συρακόσιον,
ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον,
ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος. οἱ δ᾽ ἄλλοι πάντες ἱστορικοί, Κλειτόδημοι Δίυλλοι
Φιλόχορος Φύλαρχος, ἀλλοτρίων γεγόνασιν ἔργων ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων
ὑποδυόμενοι μνήμαις ἵν᾽
ὡς αὐγῆς τινος καὶ φωτὸς