previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὕτω νικῶσιν ἀρετῇ. Πρόσγραψον, εἰ βούλει, τῇ Τύχῃ τὰ Ἄρβηλα καὶ τὴν Κιλικίαν, καὶ τἄλλα, γέγονε βίας ἔργα καὶ πολέμου Τύχη τὴν Τύρον ἔσεισεν αὐτῷ, καὶ Τύχη τὴν Αἴγυπτον ἀνέῳξε: διὰ Τύχην Ἁλικαρνασσὸς ἔπεσε καὶ Μίλητος ἑάλω καὶ Μαζαῖος Εὐφράτην ἔρημον ἀπέλιπε καὶ νεκρῶν τὸ Βαβυλώνιον ἐπλήσθη πεδίον: ἀλλ᾽ οὔτι 1 γε σώφρων ἀπὸ Τύχης οὔτ᾽ ἐγκρατὴς; διὰ Τύχην, οὔτ᾽ ἀνάλωτον ὑφ᾽ ἡδονῆς Τύχη καὶ ἄτρωτον ἐπιθυμίαις κατακλείσασα τὴν ψυχὴν ἐφρούρει. καὶ μὴν ταῦτ᾽ ἦν, οἷς αὐτὸν ἐτρέψατο Δαρεῖον τἄλλα δ᾽ ὅπλων ἦσαν ἧτται καὶ ἵππων καὶ μάχαι καὶ φόνοι καὶ φυγαὶ ἀνδρῶν. τὴν δὲ μεγάλην καὶ ἀναντίρρητον ἧτταν ἡττήθη Δαρεῖος καὶ ἐνέκλινεν ἀρετῇ καὶ μεγαλοφροσύνῃ καὶ ἀνδρείᾳ 2 καὶ δικαιοσύνῃ, θαυμάσας τὸ ἐν ἡδονῇ καὶ πόνοις καὶ χάρισιν ἀνίκητον. ἐπεὶ ἔν γε 3 πέλταις καὶ σαρίσσαις καὶ ἀλαλαγμοῖς καὶ συρράξεσιν ὅπλων ἀνίκητος ἦν καὶ Ταρρίας Δεινομένους καὶ Ἀντιγένης Πελληναῖος καὶ Φιλώτας: Παρμενίωνος, ἀλλὰ πρὸς ἡδονὰς καὶ γύναια καὶ χρυσίον καὶ ἀργύριον οὐθέν τι βελτίους τῶν αἰχμαλώτων: ἀλλὰ Ταρρίας μὲν ὅτε τῶν χρεῶν ἠλευθέρου Μακεδόνας Ἀλέξανδρος καὶ διελύετο τοῖς [p. 440] δανείσασιν ὑπὲρ πάντων, ψευσάμενος ὀφείλειν καὶ δανειστήν τινα φάσκοντα εἶναι τῇ τραπέζῃ προσαγαγών, εἶτα φωραθείς, ὀλίγου διέφθειρεν αὐτὸς ἑαυτόν: εἰ μὴ γνοὺς Ἀλέξανδρος ἀφῆκε τῆς αἰτίας αὐτὸν καὶ συνεχώρησεν ἔχειν τἀργύριον, 4 ἀναμνησθεὶς ὅτι Φιλίππου προσμαχομένου Περίνθῳ βέλει πληγεὶς τὸν 5 ὀφθαλμόν, οὐ παρέσχεν οὐδ᾽ ὑπέμεινεν ἐξαιρεθῆναι τὸ βέλος αὑτοῦ 6 πρὶν τρέψασθαι τοὺς πολεμίους:. Ἀντιγένης δὲ τοῖς ἀποπεμφθεῖσιν εἰς Μακεδονίαν διὰ νόσον καὶ πήρωσιν ἀναμίξας ἑαυτὸν καὶ ἀπογραψάμενος, ὡς ἐλήφθη μηδὲν κακὸν ἔχων, ἀλλὰ προσποιούμενος ἀρρωστίαν τινά, ἀνὴρ πολεμικὸς καὶ τραυμάτων τὸ σῶμα μεστὸς ὀφθεὶς ἠνίασε τὸν Ἀλέξανδρον: πυνθανομένου δὲ τὴν αἰτίαν, ὡμολόγησε Τελεσίππης 7 ἐρᾶν καὶ συνακολουθεῖν ἐπὶ θάλασσαν ἀπιούσῃ μὴ δυνάμενος ἀπολειφθῆναι. ‘καὶ τίνοςἔφητὸ γύναιόν ἐστιν Ἀλέξανδροςκαὶ πρὸς τίνα δεῖ διαλέγεσθαιτοῦ δ᾽ Ἀντιγένους εἰπόντος ὡς ἐλευθέρα ἐστὶν , ‘οὐκοῦνεἶπεπείθωμεν αὐτὴν καταμένειν, ἐπαγγελλόμενοι καὶ διδόντες.’ οὕτω παντὶ μᾶλλον ἐρῶντι συγγνώμην εἶχεν αὑτῷ. καὶ μὴν καὶ Φιλώτας Παρμενίωνος τροφόν τινα 8 τῶν κακῶν ἔσχε τὴν ἀκρασίαν. Ἀντιγόνα γὰρ ἦν Πελλαῖον γύναιον ἐν τοῖς περὶ Δαμασκὸν αἰχμαλώτοις, ἡλώκει δ᾽ ὑπ᾽ Αὐτοφραδάτου πρότερον εἰς Σαμοθρᾴκην διαπλεύσασα, τὴν δ᾽ ὄψιν ἦν ἱκανή, καὶ τὸν [p. 441] Φιλώταν ἁψάμενον αὐτῆς εἶχε μάλα. καὶ δὴ σιδάρεος ἐκεῖνος 9 πεπαινόμενος οὐκ ἐκράτει τῶν λογισμῶν ἐν ταῖς ἡδοναῖς, ἀλλ᾽ ἀνοιγόμενος ἐξέφερε πολλὰ τῶν ἀπορρήτων πρὸς αὐτήν. ‘τί γὰρ ἦν ἐκεῖνος Φίλιππος, εἰ μὴ Παρμενίων; τί δ᾽ Ἀλέξανδρος οὗτος, εἰ μὴ Φιλώτας; ποῦ δ᾽ Ἄμμων, ποῦ δ᾽ οἱ δράκοντες, ἂν ἡμεῖς μὴ θέλωμεν;τούτους τοὺς λόγους Ἀντιγόνα ἐξήνεγκε πρός τινα τῶν συνήθων γυναικῶν, ἐκείνη δὲ πρὸς Κρατερὸν Κρατερὸς δὲ πρὸς Ἀλέξανδρον αὐτὴν εἰσήγαγε τὴν Ἀντιγόναν κρύφα, καὶ τοῦ μὲν σώματος οὐκ ἔθιγεν ἀλλ᾽ ἀπέσχετο: τὸν δὲ Φιλώταν ὑποικουρῶν δι᾽ αὐτῆς ὅλον ἐφώρασε, καὶ πλέον ἑπτὰ ἐτῶν διαγενομένων, οὐκ ἐν οἴνῳ ποτὲ τὴν ὑπόνοιαν ταύτην ἐξέφηνεν μεθύων, οὐ δι᾽ ὀργὴν θυμοειδής, οὐ πρὸς φίλον πάντα πιστεύων Ἡφαιστίωνι καὶ πάντων μεταδιδούς. λέγεται γὰρ ὅτι καὶ τῆς μητρὸς ἀπόρρητον ἐπιστολὴν λύσαντος αὐτοῦ καὶ σιωπῇ πρὸς ἑαυτὸν ἀναγιγνώσκοντος, Ἡφαιστίων ἀτρέμα παραβάλλων 10 τὴν κεφαλὴν συνανεγίγνωσκεν: δὲ κωλῦσαι μὲν οὐχ ὑπέμεινεν, ἐξελὼν δὲ τὸν δακτύλιον προσέθηκε τὴν σφραγῖδα τῷ στόματι τοῦ Ἡφαιστίωνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load focus Greek (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: