previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄβουλος οὖν καὶ προπετὴς Ἀλέξανδρος ἐξ εὐτελῶν οὕτως ἐπὶ τὴν τηλικαύτην δύναμιν ὁρμώμενος; οὐ μὲν οὖν. τίς γὰρ ἀπὸ μειζόνων καλλιόνων ἀφορμῶν ἀνήγετο, μεγαλοψυχίας, συνέσεως, σωφροσύνης, ἀνδραγαθίας, αἷς αὐτὸν ἐφωδίαζε φιλοσοφία πρὸς τὴν στρατείαν, καὶ πλείονας παρ᾽ Ἀριστοτέλους τοῦ καθηγητοῦ παρὰ Φιλίππου τοῦ πατρὸς ἀφορμὰς ἔχων διέβαινεν ἐπὶ Πέρσας; ἀλλὰ τοῖς μὲν γράφουσιν, ὡς Ἀλέξανδρος ἔφη ποτὲ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν ἀκολουθεῖν αὐτῷ τῆς στρατείας ἐφόδιον, πιστεύομεν, Ὅμηρον σεμνύνοντες: ἂν δέ τις φῇ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν παραμύθια πόνου καὶ διατριβὰς 1 ἕπεσθαι σχολῆς γλυκείας, ἐφόδιον δ᾽ ἀληθῶς γεγονέναι τὸν ἐκ φιλοσοφίας λόγον καὶ τοὺς περὶ ἀφοβίας καὶ ἀνδρείας ἔτι δὲ σωφροσύνης καὶ μεγαλοψυχίας ὑπομνηματισμούς, καταφρονοῦμεν ὅτι δηλαδὴ περὶ συλλογισμῶν οὐδὲν οὐδὲ περὶ ἀξιωμάτων ἔγραψεν, 2 οὐδ᾽ ἐν Λυκείῳ περίπατον συνέσχεν οὐδ᾽ ἐν Ἀκαδημείᾳ 3 θέσεις εἶπεν: τούτοις [p. 413] γὰρ ὁρίζουσι φιλοσοφίαν οἱ λόγον αὐτὴν οὐκ ἔργον νομίζοντες. καίτοι γ᾽ οὐδὲ Πυθαγόρας ἔγραψεν οὐδὲν οὐδὲ Σωκράτης οὐδ᾽ Ἀρκεσίλαος οὐδὲ Καρνεάδης, οἱ δοκιμώτατοι τῶν φιλοσόφων: καὶ οὐκ ἠσχολοῦντο περὶ πολέμους ἐκεῖνοι τηλικούτους, οὐδὲ βασιλεῖς βαρβάρους ἡμεροῦντες οὐδὲ πόλεις Ἑλληνίδας ἐγκτίζοντες 4 ἀγρίοις ἔθνεσιν οὐδ᾽ ἄθεσμα καὶ ἀνήκοα φῦλα νόμους διδάσκοντες καὶ εἰρήνην ἐπῄεσαν, ἀλλὰ καὶ σχολάζοντες τὸ γράφειν παρίεσαν τοῖς σοφισταῖς. πόθεν οὖν ἐπιστεύθησαν ἐκεῖνοι φιλοσοφεῖν; ἀφ᾽ ὧν εἶπον 5 ἀφ᾽ ὧν ἐβίωσαν ἀφ᾽ ὧν ἐδίδαξαν. ἀπὸ τούτων κρινέσθω καὶ Ἀλέξανδρος ὀφθήσεται γὰρ οἷς εἶπεν οἷς ἔπραξεν οἷς ἐπαίδευσε φιλόσοφος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load focus Greek (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: