Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ περὶ Θετταλὸν καὶ Ἀθηνόδωρον, ὧν ἀνταγωνιζομένων ἀλλήλοις, ἐχορήγουν μὲν οἱ Κύπριοι βασιλεῖς, ἔκρινον δ᾽ οἱ δοκιμώτατοι τῶν στρατηγῶν. ἐπεὶ δ᾽ ἐνίκησεν Ἀθηνόδωρος, ‘ἐβουλόμην ἄν,’ ἔφη, ‘μᾶλλον ἀπολωλεκέναι μέρος τῆς βασιλείας ἢ Θετταλὸν ἐπιδεῖν ἡττημένον.’ ἀλλ᾽ οὔτ᾽ ἐνέτυχε τοῖς κριταῖς οὔτε τὴν κρίσιν ἐμέμψατο, πάντων οἰόμενος δεῖν περιεῖναι, τοῦ δικαίου δ᾽ ἡττᾶσθαι. κωμῳδοὶ δ᾽ ἦσαν οἱ περὶ Λύκωνα τὸν Σκαρφέα: τούτῳ δ᾽ εἴς τινα κωμῳδίαν ἐμβαλόντι στίχον αἰτητικὸν γελάσας ἔδωκε δέκα τάλαντα. κιθαρῳδοὶ δ᾽ ἄλλοι τε καὶ Ἀριστόνικος, ὃς ἐν