previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄβουλος οὖν καὶ προπετὴς Ἀλέξανδρος ἐξ εὐτελῶν οὕτως ἐπὶ τηλικαύτην δύναμιν ὁρμώμενος; οὐ μὲν οὖν. τίς γὰρ ἀπὸ μειζόνων καλλιόνων ἀφορμῶν ἀνήγετο, μεγαλοψυχίας, συνέσεως, σωφροσύνης, ἀνδραγαθίας, αἷς αὐτὸν [p. 390] ἐφωδίαζε φιλοσοφία πρὸς τὴν στρατείαν; ναί, πλείονας παρ᾽ Ἀριστοτέλους τοῦ καθηγητοῦ παρὰ Φιλίππου τοῦ πατρὸς ἀφορμὰς ἔχων διέβαινεν ἐπὶ Πέρσας. ἀλλὰ τοῖς μὲν γράφουσιν, ὡς Ἀλέξανδρος ἔφη ποτὲ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν ἀκολουθεῖν αὐτῷ τῆς στρατείας ἐφόδιον, πιστεύομεν, Ὅμηρον σεμνύνοντες: ἂν δέ τις φῇ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν παραμύθιον πόνου καὶ διατριβὴν ἕπεσθαι σχολῆς γλυκείας, ἐφόδιον δ᾽ ἀληθῶς γεγονέναι τὸν ἐκ φιλοσοφίας λόγον καὶ τοὺς περὶ ἀφοβίας καὶ ἀνδρείας ἔτι δὲ σωφροσύνης καὶ μεγαλοψυχίας ὑπομνηματισμούς, καταφρονοῦμεν; ὄτι δηλαδὴ περὶ συλλογισμῶν οὐδὲν οὐδὲ περὶ ἀξιωμάτων ἔγραψεν, οὐδ᾽ ἐν Λυκείῳ περίπατον συνέσχεν οὐδ᾽ ἐν Ἀκαδημείᾳ θέσεις εἶπεν: τούτοις γὰρ ὁρίζουσι φιλοσοφίαν οἱ λόγον αὐτὴν οὐκ ἔργον νομίζοντες. καίτοι γ᾽ οὐδὲ Πυθαγόρας ἔγραψεν οὐδὲν οὐδὲ Σωκράτης οὐδ᾽ Ἀρκεσίλαος οὐδὲ Καρνεάδης, οἱ δοκιμώτατοι τῶν φιλοσόφων καὶ οὐκ ἠσχολοῦντο περὶ πολέμους ἐκεῖνοι τηλικούτους, οὐδὲ βασιλεῖς βαρβάρους ἡμεροῦντες οὐδὲ πόλεις Ἑλληνίδας ἐπικτίζοντες ἀγρίοις ἔθνεσιν οὐδ᾽ ἄθεσμα καὶ ἀνήκοα φύλα νόμους διδάσκοντες καὶ εἰρήνην ἐπῄεσαν, ἀλλὰ καὶ σχολάζοντες τὸ γράφειν παρίεσαν τοῖς σοφισταῖς. πόθεν οὖν ἐπιστεύθησαν ἐκεῖνοι φιλοσοφεῖν; ἀφ᾽ ὧν εἶπον ἀφ᾽ ὧν ἐβίωσαν [p. 392] ἀφ᾽ ὧν ἐδίδαξαν. ἀπὸ τούτων κρινέσθω καὶ Ἀλέξανδρος: ὀφθήσεται γὰρ οἷς εἶπεν οἷς ἔπραξεν οἷς ἐπαίδευσε φιλόσοφος.

load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: