Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐμπαθὴς
γενόμενος καὶ λογισμῷ τινι τὴν τότε κατήφειαν καὶ τὴν νῦν 1 ὑπάρχουσαν
εὐδαιμονίαν τῆς πόλεως περιλαβὼν καὶ ἀποβλέψας ἄνω λαμπρότητα καὶ
πλοῦτον ἀναθημάτων καὶ τεχνῶν καὶ φιλοτιμίας
πόλεων καὶ στεφάνους βασιλέων, καὶ ὅσα γῆ φέρει καὶ θάλαττα καὶ νῆσοι
καὶ ἤπειροι καὶ ποταμοὶ καὶ δένδρα καὶ ζῷα καὶ πεδία καὶ ὄρη καὶ
μέταλλα, πάντων ἀπαρχὰς ἐριζούσας εἰς κάλλος ὄψει καὶ χάριτι κοσμούσῃ
τὸν τόπον, ὡς ταῦτα παρὰ μικρὸν γενέσθαι μηδ᾽
εἶναι; πυρὶ καὶ σκότει φοβερῷ καὶ ὄρφνῃ 2 καὶ ξίφεσι βαρβάροις καὶ
μιαιφόνοις θυμοῖς κρατουμένων πάντων, εὐτελῆ καὶ [p. 407]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.