Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ μὴν ἠπόρησεν ἡ τῆς Ῥώμης Τύχη φωνῆς κακὸν τοσοῦτο μηνῦσαι καὶ φράσαι δυναμένης. χῆνες ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας ἐτρέφοντο
[p. 372] θεραπεύοντες τὴν θεόν. φύσει μὲν οὖν τὸ ζῷον
εὐθορύβητόν ἐστι καὶ ψοφοδεές: τότε δέ, συντόνου περὶ τοὺς ἔνδον οὔσης ἀπορίας ἀμελουμένων αὐτῶν, λεπτὸς ἦν καὶ λιμώδης ὁ ὕπνος, ὡστ᾽ εὐθὺς ᾔσθοντο τῶν πολεμίων ὑπερφανέντων τῆς στεφάνης καὶ καταβοῶντες ἰταμῶς προσεφέροντο, καὶ τῇ τῶν ὅπλων ὄψει μᾶλλον ἐκταραττόμενοι κλαγγῆς
διατόρου καὶ τραχείας ἐνεπεπλήκεσαν τὸν τόπον ὑφ᾽