Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ δεδογμένα: καὶ λαβὼν τὸ ψήφισμα πάλιν ᾤχετο
πρὸς τὸν Κάμιλλον.
ἡμέρας δὲ τῶν βαρβάρων τις ἄλλως τὸν τόπον
περιιὼν ὡς εἶδε τοῦτο μὲν ἴχνη ποδῶν ἀκρώνυχα καὶ περιολισθήσεις, τοῦτο δ᾽ ἀποτριβὰς καὶ περικλάσεις τῆς ἐπιβλαστανούσης τοῖς γεώδεσι πόας
ὁλκούς τε σώματος πλαγίους καὶ ἀπερείσεις, ἔφραζε τοῖς ἄλλοις. οἱ δὲ δείκνυσθαι τὴν ὁδὸν αὑτοῖς ὑπὸ τῶν πολεμίων νομίζοντες ἐπεχείρουν
ἁμιλλᾶσθαι, καὶ τῆς νυκτὸς τὸ ἐρημότατον διαφυλάξαντες ἀνέβησαν λαθόντες οὐ μόνον τοὺς φύλακας, ἀλλὰ καὶ τοὺς συνεργοὺς καὶ προκοίτους τῆς φρουρᾶς κύνας ὕπνῳ κρατηθέντας.