Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπιρρέοντος, ὥσπερ χείμαρρον ἐξέχεε καὶ
κατανήλωσε περὶ τὴν
Ἰταλίαν. οὗτος τὸ Κίμβρων
καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι
τόπων καὶ χρόνων ἐχώρισε καὶ διέσπασεν, ἵν᾽ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων ὁμοῦ κατακλύσωσι τὴν
Ἰταλίαν. διὰ τοῦτον Ἀντίοχος μὲν ἠσχολεῖτο πολεμουμένου Φιλίππου, Φίλιππος δὲ κινδυνεύοντος Ἀντιόχου προηττημένος ἔπιπτε: Μιθριδάτην δέ, τοῦ Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέγοντος,
οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖχον: