Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέντες ἀπώλεσαν Λιβύην. εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο, Πόντον, Εὔξεινον, Συρίαν, Ἀραβίαν, Ἀλβανούς, Ἴβηρας, τὰ μέχρι Καυκάσου καὶ Ὑρκανῶν: καὶ τρὶς αὐτὸν ὁ περιρρέων
τὴν οἰκουμένην
Ὠκεανὸς εἶδε νικῶντα. Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσημβρινῶν ἀνέκοψεν
ἠιόνων,
Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέψατο θαλάττης: τοὺς δ᾽ Ἀλβανῶν βασιλεῖς διωκομένους περὶ τὸ Κάσπιον πέλαγος ἔστησε. ταῦτα πάντα κατώρθωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθ᾽ ὑπὸ τῆς ἰδίας ἀνετράπη μοίρας.