αἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου,ὥς φησι Τιμόθεος, τίς οὐκ ἂν ὁμολογήσειεν; ἡ δ᾽ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς τοσαύτην δύναμιν καὶ αὔξησιν ὁρμῆς, οὐ χερσὶν ἀνθρώπων οὐδὲ ὁρμαῖς προχωροῦσαν ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης ἐπιταχυνομένην
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον
ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ
ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς
βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις
καὶ τοὺς ἐπιφανεστάτους πολέμους τὸν λόγον
μεταγάγωμεν, ἐν οἷς πολλὴν τόλμαν καὶ ἀνδρείαν εἶναι