Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πρίαμος Πολύδωρον ἐξέθετο εἰς: Θρᾴκην μετὰ χρυσίου πρὸς Πολυμήστορα τὸν γαμβρόν: ὡς δ᾽
ἐγγὺς ἦν τοῦ πορθεῖσθαι ἡ πόλις, μετὰ τὴν ἅλωσιν [p. 371]
ἀπέκτεινε τὸν παῖδα, ὡς ἂν κερδήσῃ τὸν χρυσόν. Ἑκάβη δ᾽ ἐπὶ τοὺς:
τόπους παραγενομένη καὶ σοφισαμένη ὡς χρυσὸν δώσουσα ἅμα ταῖς αἰχμαλωτίσι 1
ταῖς χερσὶν 2 ἐξετύφλωσεν ὡς Εὐριπίδης 3 ὁ
τραγῳδοποιός. 4 Ἀννίβᾳ Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις
τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα
γαμβρόν. ὁ δὲ νενίκηκεν. ἀκούσας δὲ ὁ Καμπανὸς φιλαργυρίᾳ παρέβη
τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας.
ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος καὶ τῷ σώματι τοῦ παιδὸς
ἐντυχὼν ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν ὡς δείξων θησαυρούς: ἐλθόντα δ᾽
ἐτύφλωσε καὶ ἐσταύρωσεν. ὡς Ἀριστείδης 5 ἐν
τρίτῳ Ἰταλικῶν.
5 Ἀριστείδης] Mueller. 4. p. 321
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.