Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Αἰόλος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν
ἐξ Ἀμφιθέας θυγατέρας ἐξ καὶ ἴσους ἄρρενας: Μακαρεὺς δ᾽ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ
δὲ παιδίον ἐκύησεν. ἐμφανεῖσα δὲ καὶ ξίφους
πεμφθέντος ὑπὸ τοῦ πατρὸς ἄνομον κρίνασα ἑαυτὴν διεχρήσατο: ὁμοίως δὲ καὶ ὁ Μακαρεύς
ὡς Σώστρατος ἐν δευτέρᾳ Τυρρηνικῶν.
Παπίριος Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ ἴσους ἄρρενας, τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε.
μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν: ἡ
[p. 298]
δὲ ἑαυτὴν ἀνεῖλε: τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν ὡς Χρύσιππος ἐν τῷ πρώτῳ Ἰταλικῶν.