Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φώκου ὄντος ἐκ Ψαμάθης Αἰακῷ καὶ
στεργομένου, Τελαμὼν ἦγεν ἐπὶ θήραν καὶ συὸς ἐπιφανέντος κατὰ τοῦ μισουμένου ἐπαφῆκε τὸ δόρυ
καὶ ἐφόνευσεν. ὁ δὲ πατὴρ ἐφυγάδευσεν ὡς
Δωρόθεος ἐν πρώτῳ Μεταμορφώσεων.
Γάϊος Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον
[p. 294] τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας νόθον: ὁ Ῥῆσος οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν καὶ
ὑποστρέψας τὸ σύμπτωμα τύχης εἶπεν οὐ κρίσεως γεγονέναι. ὁ δὲ γνοὺς τἀληθὲς ἐφυγάδευσεν: ὡς Ἀριστοκλῆς ἐν τρίτῳ
Ἰταλικῶν.