πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίειςἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος;᾽’ τὴν Καλαύρειαν 1 Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθην 2 καὶ Ὑπέρην αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δ᾽ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί,
πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
οὐδ᾽ ἱερὰν Ὑπέραν, ὅθι γ᾽ ἄτρυγον οἶνον ἔπινες