Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπολέμουν καὶ
συγγενικῶς. τοὺς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει τὸ παράπαν, τοὺς δ᾽
ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτ᾽ ἐλάμβανον
ἀφέντες. πρότερον δ᾽ οὐκ εἰσέπραττον, ἀλλ᾽ ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν
οἴκαδε, καὶ μεταδοὺς ἁλῶν καὶ τραπέζης
ἀπέπεμπεν οἴκαδε. ὁ μὲν οὖν τὰ λύτρα κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ
διετέλει τοῦ λαβόντος ἐκ δοριαλώτου ‘δορίξενος’ προσαγορευόμενος: ὁ δ᾽
ἀποστερήσας οὐ μόνον παρὰ τοῖς: πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις
ὡς ἄδικος καὶ ἄπιστος ἠδόξει.
‘τίς ἡ παλιντοκία;᾽’ Μεγαρεῖς Θεαγένη τὸν τύραννον ἐκβαλόντες,
ὀλίγον χρόνον ἐσωφρόνησαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.