Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘πόθεν ἡ τῶν
Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη;’
διὰ τὸ τὴν Ἀντίκλειαν ὑπὸ Σισύφου βιασθεῖσαν
ἐν τῇ παρθενίᾳ τὸν Ὀδυσσέα συλλαβεῖν: ὑπὸ
πλειόνων δ᾽ ἐστὶν εἰρημένον. Ἴστρος δ᾽
ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα πρὸς γάμον καὶ ἀναγομένη, περὶ
τὸ Ἀλεξανδρεὺς1 ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα τέκοι, καὶ διὰ τοῦτ᾽ ἐκεῖνος ὥσπερ μητροπόλεως2 ἀναφέρων τοὔνομα τὴν ἐν
Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγορεύεσθαι.3
1 Ἀλαλκομένιον the spelling elsewhere: ἀλαλκομένειον.
2 μητροπόλεως Stephanus: μεσοπόλεως.
3 φησὶ προσαγορεύεσθαι] προσαγορεύσειε Hutten.