previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα ποταμὸς Σκάμανδρος ὠνομάσθη;’

Δηίμαχος Ἐλέωνος υἱός, ἑταῖρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας: τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξάμενος ἔγκυον ἐποίησεν, εἶτ᾽ αὐτὸς μὲν ἔπεσε μαχόμενος τοῖς Τρωσὶν δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι κατέφυγε καὶ τῷ Ἡρακλεῖ1 κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν. δ᾽ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολείπεσθαι γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους, ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλέωνι καὶ τὸ παιδίον καὶ αὐτήν. ὠνομάσθη δ᾽ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε. καὶ τὸν μὲν Ἴναχον ποταμὸν ἀφ᾽ αὐτοῦ2 Σκάμανδρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν: Ἀκίδουσαν δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ γυναικός, ἐξ ἦς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦνπαρθένουςπροσαγορεύοντες.

1 τῷ Ἡρακλεῖ stands before κατέφυγε in the mss.; transferred here by Helmbold.

2 ἀφ᾽ αὑτοῦ Helmbold: ἀπ᾽ αὐτοῦ.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: