Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὄντας. ὑφ᾽
ὧν ὁ Ποίμανδρος εἰς Χαλκίδα
συνεκπεμφθεὶς καὶ καθαρθεὶς παρ᾽ Ἐλεφήνορι τὸν
φόνον, ἐτίμησε τοὺς ἄνδρας καὶ τεμένη πᾶσιν ἐξεῖλεν, ὧν τὸ Ἀχιλλέως καὶ τοὔνομα διατετήρηκεν,
‘τίνες οἱ παρὰ Βοιωτοῖς Ψολόεις καὶ τίνες
αἱ Ὀλεῖαι1;’
τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ
Ἀρσινόην καὶ Ἀλκαθόην μανείσας ἀνθρωπίνων
ἐπιθυμῆσαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν τέκνων: Λευκίππης λαχούσης παρασχεῖν Ἵππασον τὸν υἱὸν
διασπάσασθαι: κληθῆναι τοὺς μὲν ἄνδρας αὐτῶν