Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὃν ἴσασιν αἱ Θυιάδες, ἐκ δὲ τῶν δρωμένων φανερῶς Σεμέλης ἄν τις ἀναγωγὴν εἰκάσειε.
περὶ δὲ τῆς Χαρίλλης1 τοιαῦτά τινα μυθολογοῦσι. λιμὸς ἐξ αὐχμοῦ τοὺς Δελφοὺς κατέσχε καὶ πρὸς τὰς θύρας τοῦ βασιλέως ἐλθόντες μετὰ τέκνων καὶ γυναικῶν ἱκέτευον. ὁ δὲ τῶν ἀλφίτων καὶ τῶν
χεδρόπων μετεδίδου τοῖς γνωριμωτέροις αὐτῶν: οὐ γὰρ ἦν ἱκανὰ πᾶσιν. ἐλθούσης δὲ παιδὸς ἔτι μικρᾶς ὀρφανῆς γονέων καὶ προσλιπαρούσης,
ἐρράπισεν αὐτὴν ὑποδήματι καὶ τῷ προσώπῳ τὸ
ὑπόδημα προσέρριψεν: ἡ δέ, πενιχρά τις οὖσα καὶ ἔρημος οὐκ ἀγεννὴς δὲ2 τὸ ἦθος, ἐκποδὼν γενομένη