previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τίς Ἀνθηδών, περὶ ἧς Πυθιὰς εἶπε
πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις '
γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος ;’

Τὴν Καλαύρειαν1 Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθον2 καὶ Ὑπέραν3 αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δὲ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί,

πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
οὐδ᾽ ἱερὰν Ὑπέραν, ὅθι γ᾽ ἄτρυγον4 οἶνον ἔπινες.
ταῦτα μὲν Ἀριστοτέλης. σε Μνασιγείτων φησὶν Ὑπέρας5 ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴν Ὑπέραν6 κατὰ ζήτησιν αὐτοῦ πλανώμενον εἰς Φερὰς πρὸς Ἄκαστον7 ἐλθεῖν, ὅπου κατὰ τύχην Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος. ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ
πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.

[p. 200]

1 Καλαύρειαν the approved form, Bernardakis: Καλαυριὰν.

2 Ἄνθον as below: Ἄνθην. (The genders are confused in the mss. Ἄνθος is presumably masc. and Ὑπέρα fem. but cf. Athenaeus, 31 c.)

3 Ὑπέρα, etc., F.C.B.: Ὑπέρη, etc.

4 γ᾽ ἄτρυγου Wechel: ὅτι κἂν τρύγα.

5 Ὑπέρα, etc., F.C.B.: Ὑπέρη, etc.

6 Ὑπέρα, etc., F.C.B.: Ὑπέρη, etc.

7 Ἄκαστον Bryan: ἄκαστον ἄδραστον.

load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: