Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὕδατος κελεύουσι;’
πότερον τούτων ὡς ἐν στοιχείοις καὶ ἀρχαῖς τὸ
μὲν ἄρρεν ἐστὶ τὸ δὲ θῆλυ, καὶ τὸ μὲν ἀρχὰς κινήσεως ἐνίησι τὸ δ᾽ ὑποκειμένου καὶ ὕλης δύναμιν.
ἤ διότι τὸ πῦρ καθαίρει καὶ τὸ ὕδωρ ἁγνίζει, δεῖ δὲ καθαρὰν καὶ ἁγνὴν διαμένειν τὴν γαμηθεῖσαν;
ἢ ὅτι, καθάπερ τὸ πῦρ χωρὶς ὑγρότητος
ἄτροφόν ἐστι καὶ ξηρὸν τὸ δὲ ὕδωρ ἄνευ θερμότητος ἄγονον καὶ ἀργόν, οὕτω καὶ τὸ ἄρρεν ἀδρανὲς καὶ
τὸ θῆλυ χωρὶς ἀλλήλων, ἡ δὲ σύνοδος ἀμφοῖν ἐπιτελεῖ τοῖς γήμασι τὴν συμβίωσιν;
ἢ οὐκ ἀπολειπτέον καὶ κοινωνητέον ἁπάσης