Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δ᾽ Ἀριστοτέλης φησὶν οὐδ᾽
ἁλούσης τῆς Πολυκρίτης, ἄλλως δέ πως ἰδόντα τὸν Διόγνητον
ἐρασθῆναι καὶ πάντα διδόναι καὶ ποιεῖν ἕτοιμον εἶναι ' τὴν δ᾽ ὁμολογεῖν ἀφίξεσθαι πρὸς αὐτόν, ἑνὸς μόνου
τυχοῦσαν, περὶ οὗ τὸν Διόγνητον, ὥς φησιν ὁ
φιλόσοφος, ὅρκον ᾔτησεν: ἐπεὶ δ᾽
ὤμοσεν, ἠξίου
τὸ Δήλιον αὐτῇ δοθῆναι Δήλιον γὰρ ἐκαλεῖτο τὸ
χωρίον, ἄλλως δ᾽ οὐκ ἂν ἔφη συνελθεῖν. ὁ δὲ καὶ διὰ τὴν ἐπιθυμίαν καὶ διὰ τὸν ὅρκον ἐξέστη καὶ παρέδωκε τῇ Πολυκρίτῃ τὸν τόπον, ἐκείνη δὲ τοῖς πολίταις. ἐκ δὲ τούτου πάλιν εἰς ἴσον καταστάντες,
ἐφ᾽
οἷς ἐβούλοντο1 πρὸς τοὺς Μιλησίους διελύθησαν.