Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὰ ὅπλα,’ ἀντέγραψε ‘μολὼν λαβέ.’
βουλομένου δ᾽ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους, ‘οὐ γάρ’ ἔφη ‘πάρεισιν οἱ μάχεσθαι μέλλοντες; ἢ οὐκ ἴστε, ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι’
τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους. [p. 149]
ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ‘ὅτι’ ἔφη ‘τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.