Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δ᾽ αὐτοῖς μόνοι Λακεδαιμόνιοι.’ φασὶ δέ τινες ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο: Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι: ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν: ἀγασθεὶς δὲ ὁ ὄχλος ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς