Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι κακῶς αὐτὸν οἱ τοῦ Δημαράτου λέγουσι, ‘μὰ τοὺς θεούς,’ ἔφη, ‘οὐ θαυμάζω, καλῶς γὰρ λέγειν οὐδεὶς ἂν αὐτῶν δυνηθείη.’
τῆς δ᾽ ἐγγυτέρω πύλης1 δράκοντος περὶ τὴν κλεῖν ἑλιχθέντος καὶ τῶν μάντεων τέρας ἀποφαινομένων εἶναι, ‘οὔτι ἔμοιγ᾽’ ἔφη, ‘δοκεῖ, ἀλλ᾽ εἰ ἡ κλεὶς τῷ δράκοντι περιειλίχθη, τέρας ἂν ἦν.’
πρὸς Φίλιππον τὸν ὀρφεοτελεστὴν παντελῶς πτωχὸν ὄντα, λέγοντα δ᾽ ὅτι οἱ παρ᾽ αὐτῷ μυηθέντες μετὰ τὴν τοῦ βίου τελευτὴν εὐδαιμονοῦσι, ‘τί οὖν, ὦ ἀνόητε,’ εἶπεν, ‘οὐ τὴν ταχίστην ἀποθνῄσκεις ’