Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄλλοτε ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου κρατοῦντος, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν, ‘ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε.’
βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, τῷ κατὰ Δωδήνην Διὸς ἐχρήσατο μαντείῳ κελεύσαντος δέ,1 τὸ χρησθὲν ἀνήγγειλε τοῖς
1 After κελεύσαντος δέ the mss. have ὅπερ ἐστὶν ὡς δοκεῖ στρατεύεσθαι, which is pretty clearly an explanatory clause which has become incorporated in the text: deleted by Wyttenbach.