Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔφη ‘γυναῖκα καὶ διαβολῆς δεῖ καθαρὰν εἶναι.’
τὰς δ᾽ Ἀλεξάνδρου πράξεις ἀναγινώσκων ἐδάκρυσε καὶ πρὸς τοὺς φίλους εἶπεν ὅτι ‘ταύτην τὴν ἡλικίαν ἔχων ἐνίκησε Δαρεῖον, ἐμοὶ δὲ μέχρι νῦν οὐδὲν πέπρακται.’
πολίχνιον δὲ αὐτοῦ λυπρὸν ἐν ταῖς Ἄλπεσι παρερχομένου, καὶ τῶν φίλων διαπορούντων εἰ καὶ ἐνταῦθά τινες στάσεις εἰσὶ καὶ ἅμιλλαι περὶ πρωτείων, ἐπιστὰς καὶ σύννους γενόμενος ‘μᾶλλον ἄν’ ἔφη ‘ἐβουλόμην πρῶτος ἐνταῦθα εἶναι ἢ δεύτερος ἐν Ῥώμῃ.’
τῶν δὲ τολμημάτων τὰ παράβολα καὶ μεγάλα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.