Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἁμιλλωμένου πρὸς αὐτὸν καὶ λέγοντος, ὅτι πάντας ὀνομαστὶ Ῥωμαίους αὐτὸς ἀσπάζεται, Σκιπίωνος ὀλίγου δεῖν ἀγνοοῦντος ἅπαντας, ‘ἀληθῆ λέγεις’ εἶπεν ‘ἐμοὶ γὰρ οὐκ εἰδέναι πολλοὺς ἀλλ᾽ ὑπὸ μηδενὸς ἀγνοεῖσθαι μεμέληκεν.’
ἐκέλευε δὲ τοὺς πολίτας, ἐπειδὴ ἐτύγχανον [p. 79] πολεμοῦντες Κελτίβηρσιν, ἀμφοτέρους ἐπὶ τὴν στρατείαν ἐκπέμψαντας ἢ πρεσβευτὰς ἢ χιλιάρχους μάρτυρας λαμβάνειν καὶ κριτὰς τῆς ἑκάστου ἀρετῆς τοὺς πολεμοῦντας.
ἀποδειχθεὶς δὲ τιμητὴς νεανίσκου μὲν ἀφείλετο τὸν ἵππον, ὅτι δειπνῶν πολυτελῶς, ἐν ᾧ χρόνῳ Καρχηδὼν ἐπολεμεῖτο, μελίπηκτον εἰς σχῆμα τῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.