Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην, πάντας τοὺς τρέσαντας ἀτίμους εἶναι τοῦ νόμου κελεύοντος, ὁρῶντες οἱ ἔφοροι τὴν πόλιν ἀνδρῶν ἔρημον οὖσαν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι, καὶ νομοθέτην ἀπέδειξαν τὸν Ἀγησίλαον ὁ δὲ προελθὼν εἰς τὸ μέσον ἐκέλευσε τοὺς νόμους ἀπὸ τῆς αὔριον κυρίους εἶναι.
ἐπεὶ δὲ πεμφθεὶς τῷ βασιλεῖ τῶν [p. 54] Αἰγυπτίων σύμμαχος ἐπολιορκεῖτο μετ᾽ αὐτοῦ, πολλαπλασιόνων ὄντων τῶν πολεμίων καὶ περιταφρευόντων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.