Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν ‘οὐ δήπου κακόν τι λέγων ἐμαυτὸν λέληθα;’
πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις ‘αἰσχυνοίμην ἄν’ εἶπεν ‘ὑμῖν ἐπιδιδούς τούτῳ δὲ μὴ ἀποδιδούς,’ ἅμα δεικνύων τὸν δανειστήν.
Δημοσθένους δὲ τοῦ ῥήτορος εἰπόντος ‘ἀποκτενοῦσί σε Ἀθηναῖοι, ἐὰν μανῶσι,’ ‘ναί’ εἶπεν ‘ἐμὲ μὲν ἐὰν μανῶσι, σὲ δὲ ἂν σωφρονῶσι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.