Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ οὐχ εὗρον, εἰς κυψέλην ὑπὸ τῆς μητρὸς ἀποτεθέντα. διὸ καὶ τὸν οἶκον ἐν 1 Δελφοῖς κατεσκεύασεν ὁ Κύψελος, ὥσπερ 2 θεοῦ τότε τὸν κλαυθμυρισμὸν ἐπισχόντος, ὅπως διαλάθοι τοὺς ζητοῦντας.' Καὶ ὁ Πιττακὸς προσαγορεύσας τὸν Περίανδρον ‘εὖ γ᾽ ’ ἔφη ‘Περίανδρε Χερσίας ἐποίησε μνησθεὶς τοῦ οἴκου: πολλάκις γὰρ ἐβουλόμην ἐρέσθαι σε τῶν βατράχων τὴν αἰτίαν ἐκείνων, τί βούλονται περὶ τὸν πυθμένα τοῦ φοίνικος ἐντετορευμένοι τοσοῦτοι, καί τίνα πρὸς τὸν θεὸν ἢ τὸν ἀναθέντα λόγον ἔχουσι. ’ Τοῦ δὲ Περιάνδρου τὸν Χερσίαν ἐρωτᾶν κελεύσαντος , εἰδέναι γὰρ ἐκεῖνον καὶ παρεῖναι τῷ Κυψέλῳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.