Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μηδὲν ἐκταράττοντας ἀλλ᾽ ὅσον ἀπεψίαν διαφυγεῖν αὐτόθεν ἀφιέντας ἀπραγμόνως τῷ πλεονάζοντι τὴν ἀπέρασιν. ὡς γὰρ τὰ ὀθόνια ῥύμμασι καὶ χαλαστραίοις πλυνόμενα μᾶλλον ἐκτρίβεται 1 τῶν ὑδατοκλύστων, οὕτως οἱ μετὰ φαρμάκων ἔμετοι λυμαίνονται τῷ σώματι καὶ διαφθείρουσιν. ὑφισταμένης δὲ κοιλίας οὐδὲν φάρμακον οἷα τῶν σιτίων ἔνια μαλακὰς ἐνδιδόντα προθυμίας καὶ διαλύοντα πράως, ὧν ἥ τε πεῖρα πᾶσι συνήθης καὶ ἡ χρῆσις ἄλυπος. ἂν
1 ἐκτρίβεται scripsi: ἐντρίβεται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.