χάριν ἐτραπόμεθα δεῦρο; ἵν᾽ εἰδείημεν ὅτι καινὸν ἀτυχεῖν οὐδὲν 1 ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν. ‘ἄσκοπος γὰρ ἡ τύχη’ φησὶν ὁ Θεόφραστος [p. 255] ‘ καὶ δεινὴ παρελέσθαι τὰ προπεπονημένα καὶ μεταρρῖψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐδένα καιρὸν ἔχουσα τακτόν’ ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθ᾽ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι παλαιῶν καὶ σοφῶν ἀνδρῶν: ὧνπρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
ὄφρ᾽ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ᾽ ὀρώρῃ
ἀλλ᾽ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι, 2